# Problemata Rhetorika Eis Staseis 403.6-404.5

Rhetorica Anonyma, Problemata Rhetorika Eis Staseis, 403.6 to 404.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rhetorica-anonyma/problemata-rhetorika-eis-staseis/403.6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/rhetorica-anonyma/problemata-rhetorika-eis-staseis/403.6

8. Εἶχέ τις ἰατρὸς μητριαν· τοῦ δὲ παιδὸς αὐτῆς ἀσθενούντος ἤτησε παρὰ τοῦ προγόνου βοήθημα, καὶ ἔλαβε· μετὰ δὲ δύο ἡμέρας ἀπέστρεψε τὸ βοήθημα, εἰποῦσα τῷ προγόνῳ, θανάσιμόν ἐστι. λαβὼν δὲ ὁ πρόγονος αὐτῆς ἐμπροσθέν, ἔπιεν αὐτό, καὶ παραυτίκα ἀπέθανε, καὶ κρίνεται ἡ μητρία φαρμακείας. 9. Ἐξῆλθέ τις, ἵνα ἀποκτείνῃ τὸν τύραννον· ἐκεῖνον μὴ εὑρὼν ἀνεῖλε τὰ τέκνα αὐτοῦ· εἶτα ὕστερον ὁ τύραννος ἐλθὼν καὶ εὑρὼν τοὺς παῖδας ἑαυτοῦ τεθνηκότας, ἀνεῖλεν ἑαυτόν· ὁ δὲ ἀποκτείνας αὐτὰ αἰτεῖ παρὰ τῆς πόλεως δωρεάν. 10. ἐχθρὸν τις ἔχων ἀπέκτεινε λάθρα καὶ ἔκρυψε. μετὰ δύο ἡμέρας ἀνεῖλεν ὁ αὐτὸς τύραννον, καὶ αἰτεῖ παρὰ τῆς πόλεως τὴν ἀναίρεσιν τοῦ πεφονευμένου. διδῶσιν ἡ πόλις· εὑρίσκει ὁ πεφονευμένος ὑπὸ τῆς γυναικὸς καὶ τῶν παίδων, ἀποκρυπτόμενος ὑπὸ τῶν θεραπόντων τοῦ προπεφονευκότος αὐτὸν τε καὶ τὸν τύραννον κατ’ αὐτὴν τὴν ἡμέραν, καὶ φεύγει ὁ ἀνεὼν αὐτὸν φρόνι. 11. Ἀπέστειλεν εἰς πόλιν πολεμουμένην ὁ βασιλεὺς δύο στρατηγοὺς, βοηθείας ἕνεκα· τὸν μὲν ἕνα φυλάττειν τὰ τείχη διατάξας, τὸν δὲ ἕτερον ἔξω πολεμεῖν· ἠττήθη πολεμῶν ὁ ἔξω· καὶ κατέφυγε πρὸς τὴν πόλιν· ὁ ἔσω στρατηγὸς οὐκ ἤνοιξεν, ἀλλ’ εἶπε, πολέμησον· βιασθεὶς ὁ ἔξω στρατηγὸς ἐπολέμησε πάλιν καὶ ἐνίκησε· καὶ ἀμφισβητοῦσι περὶ τῆς νίκης οἱ δύο. 12. Νόμος ἐκέλευε, τὸν μὴ ὄντα ὁλόκληρον μὴ ἰατρεύειν· ἐξ τις ἔχων δακτύλους χωλοῦται ἰατρεύειν. 13. Νόμος ἐκέλευε, τὸν ἐξόριστον αὐτοβούλως ὑποστρέφοντα εἰς τὴν ἰδίαν πατρίδα θνῄσκειν· ἐξόριστός τις αὐτοβούλως ἐπανελθὼν μυστήρια μεγάλα ὑπὲρ τῆς πόλεως ἔλεγε λέξιν. ὁ δὲ στρατηγὸς λαβὼν αὐτὸν ἀνεῖλε. καὶ κρίνεται ὡς τὴν πόλιν ἀδικήσας. 14. Τελευτῶν τις κατέλιπε τὴν ἑαυτοῦ γυναῖκα ἔγκυον, ἐπάν· εἰ μὲν εἴη τὸ τεχθησόμενον ἐξ αὐτῆς ἄρρεν, τὸν ὑπὸντα αὐτῷ ὑπηρέτην δουλεύσαι τῷ τεχθέντι τριετίαν· εἰ δὲ θῆλυ, τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ· μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἔτεκεν ἡ γυνὴ ἅμα ἄρρεν τε καὶ θῆλυ· καὶ ἡ μὲν λέγει δοῦλον ἑαυτῆς εἶναι

---

Rhetorica Anonyma, Problemata Rhetorika Eis Staseis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003877.
