# Problemata Rhetorika Eis Staseis 412.7-413.5

Rhetorica Anonyma, Problemata Rhetorika Eis Staseis, 412.7 to 413.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rhetorica-anonyma/problemata-rhetorika-eis-staseis/412.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/rhetorica-anonyma/problemata-rhetorika-eis-staseis/412.7

65. Νόμος ἐκέλευεν, ὅστις εἴποι καλὴν βουλήν, καὶ δέξεται αὐτὴν ἡ πόλις, ἵνα λαμβάνῃ δῶρον· ὑπὸ πο- ΠΡΟΒΛΗΜΑΤΑ ΡΗΤΟΡΙΚΑ λέμου καὶ λιμοῦ καταπονουμένης πόλεως, συνεβούλευ-75 σέ τις ἀποκτεῖναι τὴν ἄχρηστον ἡλικίαν· καὶ ὑπηκού-76 σθη· καὶ αἰτεῖ τὴν δωρεάν, τοὺς παῖδας σωθῆναι·77 ἡ δὲ πόλις ἀντιλέγει. 66. Τύραννος μοιχεύσων γυναῖκα τινὸς ἀνηρέθη ὑπ’ αὐτῆς· νόμου κελεύοντος τὸν μὲν ἀνελόντα τύραννον τι-78 μᾶσθαι δημοσίᾳ, τὴν δὲ μοιχευθεῖσαν ἀποθνή-79 σκειν, ὁ μὲν ἀνὴρ αὐτῆς λέγει, ἀναιρεθῆναι αὐτήν,80 ἡ δὲ πόλις λέγει αὐτὴν τιμηθῆναι. 67. Δέκα τινὲς συνεβουλεύσαντο, ἵνα ἀποκτεῖνωσι τύραννον· ὁ εἷς ἐξ αὐτῶν ἐμήνυσε, καὶ οἱ μὲν ἐννέα ἐσταυρώθησαν, ὁ δὲ λοιπὸς γέγονε φίλος τοῦ τυράν-81 νου· καὶ μετὰ τοῦτο ἀνεῖλε τὸν τύραννον· καὶ αἰτεῖ τὴν δωρεάν· οἱ δὲ παῖδες τῶν θανόντων ἀντιλέγουσιν.82 68. Τύραννος ἐπ’ ἀμνηστία καταλιπὼν τὴν τυραν-83 νίδα καὶ συνεχῶς εἰς τὴν ἀκρόπολιν ἀφορῶν καὶ δακρύ-ων κρίνεται τυραννίδος ἐπιθέσεως. 69. Φιλόσοφος μοιχὸν εὑρὼν ἐπὶ τῇ γυναικὶ συνώχλησεν αὐτῷ τὴν γυναῖκα, καὶ κρίνεται παρα-84 νομίας.8586

---

Rhetorica Anonyma, Problemata Rhetorika Eis Staseis. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003877.
