# Prolegomena de inventione 7.54

Rhetorica Anonyma, Prolegomena de inventione, Volume 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rhetorica-anonyma/prolegomena-de-inventione/7.54

ἕτερά εἰσιν ἐξευμενιζόμενα τοὺς δικάζοντας· λέγεται δὲ προοίμιον τὸ προτιθέμενον τοῦ λόγου· οἶμος γάρ ἐστιν ἡ ὁδός· λαμβάνεται δὲ τὸ προοίμιον ἀπὸ τριῶν τρόπων, ὡς δὲ ἔνιοί φασιν, ἀπὸ τεσσάρων· ἀπὸ συστάσεως τοῦ οἰκείου προσώπου, ἀπὸ διαβολῆς τοῦ ἀντιδίκου, ἀπὸ προσοχῆς, καὶ τέταρτον ἀπὸ ἐφόδου κατά τινος· ἀπὸ συστάσεως μὲν, ὅτε εὔνοιαν περιποιῶμεν ἑαυτοῖς τῶν ἀκροατῶν τὸ οἰκεῖον συνιστῶντες πρόσωπον· ἀπὸ δὲ διαβολῆς τοῦ ἀντιδίκου, ὅτε τὸ ἐναντίον διαβάλλειν ἀρχώμεθα· ὡς τὸ, τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, ὦ δικασταὶ, ᾗ πρὸς ἅπαντας χρῆται Μειδίας· ἀπὸ προσοχῆς δὲ, ἡνίκα τὸ πρᾶγμα αὔξοντες προσεχέστερον διὰ τοῦ προοιμίου τὸν ἀκροατὴν ἐργαζόμεθα, ποιοῦντες αὐτὸν σκοπεῖν τὰ εἰρημένα· ἡ δὲ ἔφοδος τότε γίνεται, ἡνίκα μὴ φανερῶς τι βουλευόμεθα σημαίνειν, καὶ λαθραίως δι' ἑτέρων λόγων εἰσάγομεν αὐτό· ἄλλοι δὲ ἀπὸ τεσσάρων μὲν καὶ αὐτοί φασιν· ἀλλ' οὐ τῶν αὐτῶν πάντη, ἀλλὰ καὶ ἑτέρων· ἤτοι γὰρ ἀφ' ἑαυτοῦ ὡς ἐν τῷ κατὰ Κόνωνος· ἀπὸ τοῦ ἀντιδίκου, ὡς ἐν τῷ κατὰ Μειδίου· ἀπὸ τῶν ἀκουόντων, ὡς ἐν τῷ Πλαταϊκῷ Ἰσοκράτους· ἀπὸ τοῦ πράγματος, ὡς Λυκοῦργος ἐν τῷ κατὰ Αὐτολύκου.

---

Rhetorica Anonyma, Prolegomena de inventione. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0598.tlg008.local001/.
