# De renum et vesicae affectionibus 1-3-8

Rufus of Ephesus, De renum et vesicae affectionibus, 1 to 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/1-3

Τὰς μὲν οὖν φλεγμονὰς ὧδε ἄν τις θεραπεύοι κάλλιστα· ὅσοις δὲ ἔμπυοι οἱ νεφροὶ γίγνονται, ἤδη μέν τι καὶ ἐξογκεῖ περὶ τοὺς κενεῶνας, ἀτὰρ καὶ καῦμα ἰσχυρὸν ἔνεστιν ἐν τοῖς νεφροῖς, καὶ οὐροῦσι πυῤῥὰ καὶ ἄκρατα, καὶ αἱ ὀδύναι οὐκέτι μὲν ὀξεῖαί εἰσιν, ὡς πρόσθεν, βαρύτεραι δὲ καὶ σφύζουσαι, καὶ οἱ πυρετοὶ οὐ καθεστῶτες, ἀλλὰ πεπλανημένοι γίγνονται καὶ φρικώδεις. Τούτοις ῥήγνυται τὰ μὲν πολλὰ ἐπὶ κύστιν· καὶ ἐστὶν | αὕτη τῶν ῥήξεων ἡ κρατίστη· ποτὲ μὴν καὶ ἐπὶ ἔντερον ῥήγνυται, ταύτῃ κορυφώσαντος τοῦ ἐμπυήματος καὶ σαπέντος. | Πραξαγόρας δὲ ἔφη, τινὶ καὶ τὸ οὖρον διὰ τῆς ἕδρας ἰδεῖν ἀποκρινόμενον, καὶ βιῶναι μὲν τοῦτον ἔτη δώδεκα, οὐ μέντοι εἰδέναι, εἰ καὶ μεταξὺ ἐβιῶ· προαπελθεῖν γὰρ, καὶ οὐδὲν ἔτι πυθέσθαι ὕστερον. Ἄλλοις δὲ ἐπὶ τὰ ἔξω ῥήγνυται παρεξιὸν τὸν κενεῶνα, ὃν πληροῦσθαι ἀνάγκη πύου τε καὶ οὔρου, καὶ αὐτοῦ μένειν, χρόνῳ δὲ βιασάμενα εἰς τὴν ἕδραν ἥκειν, καὶ ταύτῃ ἰέναι ἔξω. Τοῖς δέ τισιν οὐδὲ ῥήγνυσθαι ἐθέλει ἐκ τῶν νεφρῶν, ἀλλὰ αὐτοῦ μένει χρόνον πολὺν, ἔστε ἂν ἢ διακαύσῃς, ἢ ἄλλον τρόπον ἀποστομώσῃς. Ῥαγέντα δὲ ἐπὶ κύστιν, τὰ μὲν πρῶτα μιξόπυά τε καὶ αἱματώδη οὐροῦσιν, ὥσπερ ἔκ τινος καὶ ἑτέρου τομῆς ἐμπυήματος, ἔπειτα κατὰ λόγον τῶν ἑλκῶν. Εἰ μὲν τὰ ἕλκη πονηρεύοιτο, οἷα καὶ ἐπὶ τοῖς ἄλλοις ἕλκεσι σηπομένοις, πολλά τε καὶ δύσοσμα, καὶ | πελιὰ, καὶ μυξώδη, καί τινα καὶ σαρκία παραμήκη, ὁποῖα ἶνες ἀπέρχονται· εἰ δὲ χρηστὰ εἴη τὰ ἕλκη, καὶ τὸ πύον λευκὸν, καὶ ὁμαλὸν, καὶ ἄνοσμον, καὶ ὀλίγον ἀπέρχεται. Ἢν δέ σοι δοκῇ ὁ νεφρὸς εἰς πύον τρέπεσθαι, δόξῃ δὲ τοῖς εἰρημένοις σημείοις, συμπεπαίνειν τε ὡς τάχιστα, καὶ ῥῆξίν τινα οὕτω μηχανᾶσθαι· τὰ γὰρ πολλὰ ἐπὶ κύστιν τρέπεται.

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
