# De renum et vesicae affectionibus 11-14

Rufus of Ephesus, De renum et vesicae affectionibus, 11 to 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/11

Ἀγαθὸν δὲ καὶ τὸ τοῦ Χρυσίππου κατάπλασμα· ἔστι δὲ τόδε· χαλβάνης, καὶ ῥητίνης τερεβινθίνης, καὶ πολίου, καὶ ὀροβίνου ἀλεύρου ὁλκαὶ ἑκάστου πεντήκοντα, ἴριδος ξηρᾶς ὁλκαὶ τριάκοντα, κηρωτῆς εὐώδους κοτύλη μία, ἀλεύρου πυρίνου χοίνικος ἀπτικῆς τέταρτον· ταῦτα ἕψων ἐν γλυκεῖ καταπλάσσειν, τοὺς | μὲν νεφριτικοὺς ἐξόπισθεν, τοὺς δὲ κατὰ κύστιν πονοῦντας ἔμπροσθεν. Εἰ δὲ μὴ καταπλασσομένῳ πραΰνοιτο ἡ ὀδύνη, σικύας προσβάλλειν τῇ τε ἄλλῃ ὀσφύϊ, καὶ ὑπὸ τοὺς κενεῶνας, ἀποσχάζειν τε καὶ ἀφέλκειν τοῦ αἵματος· ἔπειτα σπόγγοις πυριᾷν, καὶ εἰς Θερμὸν ἐγκαθίζειν, συνηψημένων γε τῷ ὕδατι τῆς τε μήκωνος, καὶ τῆς ἀνθεμίδος, καὶ τοῦ καλάμου, καὶ τῆς σχοίνου. Πρότερον δὲ καὶ κύστιν πληροῦντα ἐλαίου καὶ ὕδατος παρακλίνειν, καὶ τἄλλα λιπαρῶς πυριᾷν. Ἐπὶ δὲ τούτοις κηρωτὰς καὶ μαλάγματα ἐπιτιθέναι, τὰς μὲν κηρωτὰς διὰ κυπρίνου ἐλαίου, [ἢ] ῥοδίνου καὶ ἰρίνου μύρου, τὰ δὲ μαλάγματα, οἷα τὰ εὐωδέστατα.—

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
