# De renum et vesicae affectionibus 16-2

Rufus of Ephesus, De renum et vesicae affectionibus, β′ (Ἀέτιος, ιη′).| Περὶ διαπυησάντων νεφρῶν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/16-2

Πρὸς δὲ τὰ πονηρότερα ἰσχυροτέρων δεῖ καὶ ἔνδοθεν, καὶ ἔξωθεν· ἔνδοθεν μὲν οὖν, ὅσα τε πρὸς τὰς ῥήξεις ἤδη εἴρηται συμφέρειν, καὶ κύ|μινον τὸ αἰθιοπικὸν μετὰ οἴνου γλυκέος, καὶ πήγανον μετὰ μέλιτος καὶ οἴνου, καὶ κάχρυος μετὰ πράσου σπέρματος ἐν οἴνῳ ἁπαλῷ· ἔξωθεν δὲ ὀρόβων ἀλεύροις καταπλάσσειν ἑφθοῖς ἐν οἴνῳ καὶ μέλιτι, καὶ ῥόδοις ξηροῖς μετὰ φακῆς τρίψας καὶ μέλιτος, καὶ μύρτοις μετά τινος τούτων ἑφθοῖς· τὰς γὰρ σηπεδόνας τῶν ἑλκῶν ἀπέχει ταῦτά τε καὶ ὅσα τοιαῦτα ἄλλα, καταπλάσμασιν ὀσφύν τε καὶ κενεῶνας ὅλους περιλαμβάνοντας.

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
