# De renum et vesicae affectionibus 16-19

Rufus of Ephesus, De renum et vesicae affectionibus, 16 to 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/16

Ὅταν δὲ καιρὸς φανῇ, τότε καὶ τοῖς οὐρητικοῖς καθαίρειν. — | Τὰ δὲ οὐρητικὰ ἔστω τάδε· ἀκόρου τε ῥίζα καὶ χαμαίπιτυς, καὶ κασία, καὶ μῆον, καὶ κιννάμωμον, καὶ πόλιον, καὶ πετροσέλινον, καὶ ἄγρὼστις· ταῦτα μὲν ἕψειν ἐν ὕδατι, καὶ μετὰ οἴνου ἢ μελικράτου πίνειν. Ἐσθίειν δὲ τῶν τε Θαλασσίων ἐχίνων, καὶ λαχάνων τοῦ μαράθρου, καὶ τοῦ σελίνου, καὶ τοῦ δαύκου, καὶ τῆς ῥαφανίδος ὅτι κάλλιστα ἡψημένης, καὶ σικύου ἑφθοῦ, καὶ τὰ ἄγρια πάντα· ἐπὶ οὔρησιν γὰρ καλῶς προτρέπει, μάλιστα δὲ οἱ σταφυλῖνοι, καὶ τὰ κρῆθμα, καὶ οἱ σκάνδικες. Καὶ οὖρα δεῖ προσδέχεσθαι τοῖς τοιούτοις πολλά τε καὶ παχέα, καὶ ὑποστάσεις καλὰς ἔχοντα· καὶ μάλιστα τοῦτο κρίνει τὴν νόσον· αἱ δὲ ὑδατώδεις καὶ καθαραὶ καὶ διαφανεῖς οὐρήσεις δυσκριτώτεραι.

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
