# De renum et vesicae affectionibus 22-31

Rufus of Ephesus, De renum et vesicae affectionibus, 22 to 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/22

| Λάχανα δὲ ἐπιτήδεια τοῖς παροῦσι μαλάχη, καὶ λάπαθον, καὶ βλίτον, καὶ ἀνδράχνη, καὶ ἀσπάραγος, καὶ κολοκύνθη, καὶ ἑφθὸς σίκυος, καὶ θριδακίνη ἑφθή· ὠμὸν δὲ οὐδὲν συμφέρει ἐσθίειν. Ταῦτα δὲ καὶ τὴν γαστέρα ἡσυχῆ ὑπάγει, καὶ τὰς τῶν οὔρων δήξεις ἀμβλύνει. Προϊόντος δὲ τοῦ χρόνου, καὶ πεπαυμένων εἰς τέλος τῶν πυρετῶν, ἀνατρεφομένου τε τοῦ ὄγκου, καὶ τοῖς κρέασι δεῖ σιτίζειν. — Κρέα δὲ ἐπαινῶ ἐς τήνδε τὴν νόσον, ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων, καὶ ἁπαλοὺς ὄρνιθας, καὶ ἰχθύων τὰ πετραῖα ἑφθὰ, καὶ ῥίνας, καὶ λειοβάτους, καὶ νάρκας, καὶ τὸ τοιοῦτον γένος τῶν σε λάχων. — | Εἰ δέ τινος καὶ τραγήματος προσδέοιτο ἐν μακρᾷ νόσῳ, ἰσχάδων μὲν ἀπέχειν· πολέμιαι γὰρ τοῖς ἕλκεσιν· φοίνικας δὲ προσφέρειν, καὶ καρύων τῶν ποντικῶν, καὶ κώνων, καὶ ἀσταφίδος, καὶ ἀμύγδαλα φρύγων διδόναι μετὰ μέλιτος· οἶνον δὲ πίνειν μελιχρόν· ὄξους δὲ ἀπέχειν καὶ παντὸς ἁλμυροῦ καὶ πόματος καὶ σιτίου· τὰ μὲν οὖν προσάρματα τῶν νεφριτικῶν τοιάδε. Ἡ δὲ ἄλλη δίαιτα, πρὸς τὰς κινήσεις [μήτε] ἐπιπολὺ, μήτε ταχέως ἄγειν· οὐδὲ γὰρ ἑτέρῳ ἕλκει οὐδενὶ κίνησις συμφέρει, πολύ γε μὴν μᾶλλον τοῖς κατὰ νεφρῶν ἕλκεσιν. Ἀλλὰ ἀτρεμοῦντα ἀνακομίζειν ἐν εὐπαθείᾳ πάσῃ, τρίψεσί τε ὡς λιπαρωτάταις, καὶ λουτροῖς, καὶ σκέπῃ. — | Τὰς δὲ ὑπογιγνομένας πλησμονὰς ἀρκέσει καὶ πυρία ξηρὰ κενῶσαι, καὶ ἔμετος· κάτω δὲ οὐ χρὴ μαλάσσειν, πλὴν ὅσα ἐπὶ ἡμέρᾳ τῶν τινι εἰρημένων βρωμάτων. Ὡς μὴ σφόδρα ταλαιπωροῖντο τοῖς ἐμέτοις, μήτε ἄγαν ἐμπλήσας κέλευε ἐξεμεῖν, καὶ τῶν ἐμετηρίων σιτίων προσάρας· ταῦτα δέ ἐστι τὰ πίονα καὶ γλυκέα, καὶ οἱ σπερματίαι σίκυοι· εἰ δὲ μὴ παρεῖεν, τὸ σπέρμα αὐτῶν τετριμμένον μετὰ μέλιτος, καὶ ἄλευρον ἑφθὸν, καὶ πόμα ἐπὶ τούτοις γλυκὺ καὶ δαψιλές. Οὐ μόνον δὲ πρὸς τὰς | πλησμονὰς ἐπαινῶ τοὺς ἐμέτους, ἀλλά μοι δοκεῖ τολμήσας τις θαμινὰ ἐξεμεῖν ταχὺ ἂν καὶ ἕλκος ἐν νεφροῖς, καὶ ἄλλην τινὰ ἐνθένδε λῦσαι βλάβην.

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
