# De renum et vesicae affectionibus 4-2-6

Rufus of Ephesus, De renum et vesicae affectionibus, 4 to 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/4-2

| Τὴν μὲν οὖν ἐπὶ τοῖς οὔροις τέχνην, ἀξίαν γε οὖσαν τῷ ἰα[τρῷ παντὸς] μᾶλλον γιγνώσκεσθαι, γράψω ὕστερον. — Λιθιῶσι δὲ [καὶ ὀδύναι ἐκ δια]στημάτων· ὅταν [δὲ] πονήσῃ τὸ κῶλον· ἐστὶ δὲ τοῦτο κοιλία ἡ [κάτω· ἢ πνεύμασι, ἢ ἐ]πὶ σιτίοις ἀπέπτοις, καὶ ἄλλως ψυγὲν, τότε οὖν φῦ[σαί τε καὶ διαχωρήσεις], καὶ ἐρευγμοὶ ἀναδραμόντες ἔλυσαν τὸν πόνον, ἀτ[ὰρ καὶ λιθιῶσιν οὐ]ρήσεις πολλοῦ καὶ παχέος, πωρι δίων συναπελθόντων. Τὰ [μὲν οὖν πολλὰ] ἄνδρες κατὰ νεφροὺς | λιθιῶσιν· γυναῖκες δὲ ἥκιστα· ὤφθη γε μὴν ἤδη καὶ γυνὴ ψαμμία οὐροῦσα, ἡ μὲν ἀπὸ νεφρῶν, ἡ δὲ ἀπὸ κύστεως· ἔστι δὲ ταύταις οὐ φαύλη πάνυ ἡ νόσος· οὔτε γὰρ στραγγουρία, οὔτε πόνοι ἰσχυροὶ ἔχουσιν.

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
