# De renum et vesicae affectionibus 4-9

Rufus of Ephesus, De renum et vesicae affectionibus, 4 to 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/4

Ψύχεται δὲ αὐτοῖς τὰ ἄκρα, μᾶλλον δὲ κνῆμαι καὶ πόδες, καὶ οὐροῦσι συνεχῶς καὶ ἐπιπόνως, καὶ κατὰ ἀρχὰς μὲν λεπτὰ καὶ ὑδατώδη· προϊούσης δὲ τῆς φλεγμονῆς, ἐρυθρότερα. Ὅταν δέ γε εἰς τόδε ἀφίκωνται, λεπτύνονται μὲν ἰσχία καὶ γλουτοὶ, ἀκρατέστερα δὲ τὰ σκέλη γίγνεται· τοῖς δὲ καὶ ἐξεπύησαν οἱ νεφροί· καὶ τά γε πολλὰ τούτων οὕτω τελευτᾷ· ἀλλὰ περὶ μὲν τῶν ἐμπυημάτων αὐτίκα εἰρήσεται.— | Τὰς δὲ φλεγμονὰς Θεραπεύειν ὧδε· κατακλίνειν μὲν ὡς μαλακώτατα, καὶ σίτου τὴν πρώτην ἀπέχειν· οὐ μὴν εἰς ἅπαν αἱ λιμαγχίαι τούτοις συμφέρουσιν, ᾗπερ ταῖς ἄλλαις φλεγμοναῖς, ἀλλά τι καὶ προσαρτέον, φυλάσσοντα τοὺς | πυρετοὺς, ὅπῃ τε χαλῶσι, καὶ ὅπῃ ἐπιτείνουσιν· οὐδὲν γὰρ αὐτοῖς τοσοῦτον ἀγαθὸν αἱ ἀσιτίαι, ὅσον κακὸν αἱ ἀπὸ τῶν οὔρων ἀκράτων γενομένων δήξεις. Διαιτᾷν δὲ κατὰ ἀρχὰς μὲν λεπτοῖς ῥοφήμασι, καὶ ποτῷ, ὕδατι· μελίκρατον δὲ μὴ προσφέρειν, ἐὰν μή σοι δοκῇ ἐπὶ οὔρησιν ἤδη προτρέπειν, ὃ ἐγὼ κατὰ ἀρχὰς οὐκ ἐπαινῶ, πρὶν σαφῶς τὰς ὀδύνας πέσσεσθαι· τότε δὲ καὶ πάνυ φημὶ δεῖν τοῖς οὐρητικοῖς καθαίρειν. —Εἰ δὲ καὶ ἡ γαστὴρ κενωθῆναι δέοιτο, ἄλλην μὲν κένωσιν μηδεμίαν μηχανᾶσθαι, ὁποῖαι αἳ ἀπὸ φαρμάκων ἐξεύρηνται· κλυσμάτιον δὲ Θερ|μὸν ἐνιέναι, ἢ μαλάχην ἐν ὕδατι ἑψήσας, ἢ λίνου σπέρμα, ἢ βούκερας· τούτων τινὶ ὑποκλύζειν μετὰ ἐλαίου, καὶ τούτου τὸ ἱκανὸν προσμίσγων· πλῆθος δὲ ἐνιέναι μὴ πολὺ, ὡς μὴ πιέζῃ τοὺς νεφροὺς τὰ πληρώματα τοῦ ἐντέρου. Ὑπελθούσης δὲ τῆς γαστρὸς, εἰ μὲν ἐνδιδοίη ὁ πόνος, ἔριον περιτιθεὶς ἐν κύκλῳ ἀναπαύειν ἐπιτέγγων ἐλαίῳ Θερμῷ· οὐκ ἄπο τρόπου δὲ συνηψῆσθαι τῷ ἐλαίῳ τοῦ τε πηγάνου, καὶ τῆς ἀλθαίας, καὶ τοῦ ἀνήθου, καὶ τῆς ἀρτεμισίας.

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
