# De renum et vesicae affectionibus 6-9

Rufus of Ephesus, De renum et vesicae affectionibus, 6 to 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/6

Διά τε οὖν τοῦτο, καὶ ὅτι νευρώδης ἐστιν, οὐκ εἰς ἅπαξ γε ὑγιάζεται τὰ ἐν αὐτῇ ἕλκη· τὸ δὲ πύον οὐρεῖταί ποτε μὲν ὕφαιμον, ἄλλοτε δὲ μυξῶδες καὶ παχὺ, καὶ ὑποστάσεις ὥσπερ ἄλευρα ἔχον· ποτὲ δὲ καὶ ὑμένια λεπτὰ τῷ | οὔρῳ συναπέρχεται· καὶ τότε δὴ ὂζει κάκιστον, ὁπότε ἐπὶ σηπομένοις ἕλκεσιν. Καὶ ὀδυνῶνται μὲν ἀεὶ, μάλιστα δὲ ἀρχόμενοί τε οὐρεῖν, καὶ ἀποπαυόμενοι, καὶ τῶν οὔρων ἀκράτων γιγνομένων· καὶ οὔτε ὀρθούμενοι ἀνέχονται, οὔτε ὁπῃοῦν κλιθέντες· οὔτε γὰρ αἱ ὕπτιαι κλίσεις τούτοις μέγα τι προσωφελοῦσιν, ἅτε ἠρτημένης τῆς κύστεως ἐκ τοῦ ἤτρου· καὶ αἱ πλαγίαι δὲ περιῤῥεπεῖς γίγνονται τῇ κύστει, καὶ αἱ πρηνεῖς πιέζουσι πλέον. Ὑπό τε οὖν τῆς ἀπαύστου ὀδύνης, καὶ ὑπὸ πυρετῶν, καὶ ἀγρυπνιῶν, καὶ συντήξεων ἀπόλλυνται, οἱ μὲν οὖν θᾶττον, οἱ δὲ σχολαιότερον, ὡς ἂν καὶ τὰ ἕλκη μεγέθους τε ἔχῃ, καὶ τῶν ἄλλων κακῶν. Τὰ μὲν πάθη τοιάδε τῆς νόσου· —θεραπεία δὲ ἡ αὐτὴ τοῖς κατὰ νεφροὺς | ἕλκεσιν· μέγιστον δὲ κἀνταῦθα αἱ γαλακτοποσίαι, καὶ [ἡ] ὑπόλοιπος χρηστὴ δίαιτα, ὡς μὴ δριμὺ τὸ οὖρον γιγνόμενον δάκνῃ τε καὶ ἐρεθίζῃ τὰ ἕλκη.

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
