# De renum et vesicae affectionibus 9-14

Rufus of Ephesus, De renum et vesicae affectionibus, 9 to 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/rufus-of-ephesus/de-renum-et-vesicae-affectionibus/9

Πυριᾷν τε οὖν συνεχῶς τοῖς σπόγγοις, καὶ καταπλάσσειν ἀλεύρῳ κριθίνῳ μετὰ σύκων ἀφεψήματος· τὰ δὲ σῦκα ἐν μελικράτῳ ἢ οἴνῳ ἕψειν· ἀγαθὸν δὲ καὶ αὐτῶν τῶν σύκων μίσγειν λεαίνοντα, καὶ ἀψινθίου δὲ κόμην κόψαντα ἐμβάλλειν, καὶ χαμελαίας, καὶ ἶριν σεσησμένην, καὶ βρυωνίας τὴν ῥίζαν· ταῦτα δὲ ἅμα μὲν συμπέσσει, ἅμα δὲ ἐπὶ οὔρησιν ἄγει. Δεῖ δὲ καὶ τὴν οὔρησιν ἐρεθίζειν, ὥστε καὶ ἐπιπίνειν τῶν οὐρη|τι|κῶν κελεύειν συμφέρει· ἐπιτηδειότατον δὲ τὸ τῆς ἄγνου σπέρμα ἐν οἴνῳ ἢ μελικράτῳ πινόμενον, καὶ ἡ τοῦ νάρθηκος ῥίζα, καὶ ἄγχουσα, καὶ τὸ ἄρον, καὶ ἕν τι ἕκαστον, καὶ εἰ δύο καὶ τρία συμμίξαις. — Ἀγαθὸν δὲ καὶ τόδε· ὀριγάνου καὶ δαύκου ὅσον χοίνικα, καὶ ψευδοδικτάμνου ὅσον χοίνικα ἐμβάλλων εἰς οἶνον εὐώδη λευκὸν, ἀποτίθεσθαι· ὅταν δὲ χρῄζῃς, λαβὼν κυάθους τέσσαρας, καὶ κεράσας πρὸς ὕδατος δύο, καὶ ἔτι πηγάνου φύλλων ὡς λειοτάτων μίξας δραχμὴν μίαν, διδόναι πίνειν· τοῦτο ἄξει πύον καὶ οὖρα πολλά. Εἰ δέ σοι τάδε ποιοῦντι μηδὲν μᾶλλον ῥηγνύοιτο τὸ ἐμπύημα, καὶ ὑποκλύζειν κλυσ|μοῖς δριμέσιν. Οἱ δὲ κλυσμοί εἰσιν· ἑλλεβόρου τε ἀπόβρεγμα τοῦ μέλανος, καὶ ῥαφανίδος, καὶ σκορόδων, καὶ σικυωνίας· βρέχειν δὲ ἐν ἅλμῃ ἢ ἐν θαλάσσῃ, ἢ ἐν ὄξει, καὶ μικρὸν ἐλαίου μίξαντα τοῦ ὀλισθηρὸν εἶναι, τούτοις κλύζειν· κελεύειν δὲ ὅτι πλεῖστον χρόνον κατέχειν· πολλάκις γὰρ ῥηγνύει τὸ ἐμπύημα, καὶ δὴ ἔῤῥωται. Χρὴ μέντοι ἔτι καὶ τοῖς σπόγγοις πυριᾷν καὶ τοῖς καταπλάσμασιν, ἕως πᾶσά τε λωφήσῃ ἡ ὀδύνη, καὶ τὸ πύον εὔρουν γένηται. —

---

Rufus of Ephesus, De renum et vesicae affectionibus, ed. Charles Daremburg, Émile Ruelle. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0564.tlg001.local001/.
