Ancient Greek · ~2 min
Κεφ. α′. Οἷον δεῖ εἶναι τὸν ἀκροατήν, καὶ περὶ κοινῆς ἐννοίας.
Sallustius, De Deis et Mundo Κεφ. α′. Οἷον δεῖ εἶναι τὸν ἀκροατήν, καὶ περὶ κοινῆς ἐννοίας.
Not analysed yet
Τοὺς περὶ θεῶν ἀκούειν ἐθέλοντας δεῖ μὲν ἐκ παίδων ἦχθαι καλῶς, καὶ μὴ ἀνοήτοις συντρέφεσθαι δόξαις· δεῖ δὲ καὶ τὴν φύσιν ἀγαθοὺς εἶναι καὶ ἔμφρονας, [ἵνα ὀρθῶς]ᶜ προσέχωσι τοῖς λόγοις· δεῖ δὲ αὐτοὺς καὶ τὰς κοινὰς ἐννοίας εἰδέναι. Κοιναὶ δέ εἰσιν ἔννοιαι, ὅσας πάντες ἄνθρωποι ἐρωτηθέντες ὁμολογήσουσιν· οἷον, ὅτι πᾶς θεὸς ἀγαθός, ὅτι ἀπαθής, ὅτι ἀμετάβλητος· πᾶν γὰρ τὸ μεταβαλλόμενον ἢ ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον. Καὶ εἰ μὲν ἐπὶ τὸ χεῖρον, κακύνεται, εἰ δὲ ἐπὶ τὸ κρεῖττον, τὴν ἀρχὴν ἦν κακόν.