Ancient Greek · ~3 min
Κεφ. ια′. Περὶ ὀρθῆς πολιτείας καὶ φαύλης.
Sallustius, De Deis et Mundo Κεφ. ια′. Περὶ ὀρθῆς πολιτείας καὶ φαύλης.
Not analysed yet
Καὶ αἱ πολιτεῖαι δὲ κατὰ τὴν τριμέρειαν γίνονται τῆς ψυχῆς. Ἐοίκασι γὰρ οἱ μὲν ἄρχοντες τῷ λόγῳ, οἱ δὲ στρατιῶται τῷ θυμῷ, οἱ δὲ δῆμοι ταῖς ἐπιθυμίαις. Καἱ ὅπου μὲν κατὰ λόγον πράττεται πάντα, καὶ ὁ πάντων ἄριστος ἄρχει, βασιλεία γίνεται· ὅπου δὲ κατὰ λόγον τε καὶ θυμὸν πλείους ἑνὸς ἄρχουσιν, ἀριστοκρατίαν εἶναι συμβαίνει· ὅπου δὲ κατὰ ἐπιθυμίαν πολιτεύονται, καὶ αἱ τιμαὶ πρὸς τὰ χρήματα γίνονται, τιμοκρατία ἡ τοιαύτη πολιτεία καλεῖται. Ἐναντία δέ, βασιλείᾳ μὲν τυραννίς, ἡ μὲν γὰρ μετὰ λόγου πάντα, ἡ δὲ οὐδὲν κατὰ λόγον ποιεῖ· ἀριστοκρατίᾳ δὲ ὀλιγαρχία, ὅτι οὐχ οἱ ἄριστοι, ἀλλ’ ὀλίγοι κάκιστοι ἄρχουσι· τιμοκρατίᾳ δὲ δημοκρατία, ὅτι οὐχ οἱ τὰς οὐσίας ἔχοντες, ἀλλ’ ὁ δῆμος κύριός ἐστι πάντων.