Ancient Greek · ~2 min
Κεφ. κα′. Ὅτι καὶ ζῶντες καὶ τελευτήσαντες εὐδαίμονες οἱ ἀγαθοί.
Sallustius, De Deis et Mundo Κεφ. κα′. Ὅτι καὶ ζῶντες καὶ τελευτήσαντες εὐδαίμονες οἱ ἀγαθοί.
Not analysed yet
Αἱ δὲ κατ’ ἀρετὴν ζήσασαι ψυχαί, τά τε ἄλλα εὐδαιμονοῦσαι, καὶ τῆς ἀλόγου χωρισθεῖσαι, καὶ καθαραὶ παντὸς γενόμεναι σώματος θεοῖς τε συνάπτονται, καὶ τὸν ὅλον κόσμον συνδιοικοῦσιν ἐκείνοις. Καίτοι καὶ εἰ μηδὲν αὐταῖς τούτων ἐγίνετο, αὐτή γε ἡ ἀρετὴ καὶ ἡ ἐκ τῆς ἀρετῆς ἡδονή τε καὶ δόξα, ὅ τε ἄλυπος καὶ ἀδέσποτος βίος εὐδαίμονας ἤρκει ποιεῖν τοὺς κατ’ ἀρετὴν ζῆν προελομένους καὶ δυνηθέντας.