# Fragmenta 32-43

Sappho, Fragmenta, 32 to 43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sappho-lyr/fragmenta-2/32
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/sappho-lyr/fragmenta-2/32

αἴ με τιμίαν ἐπόησαν ἔργα τὰ σφὰ δοῖσαι αἴθ᾿ ἔγω, χρυσοστέφαν᾿ Ἀφρόδιτα, τόνδε τὸν πάλον λαχοίην ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος ὄπποτα πλήθοισα μάλιστα λάμπη γᾶν ἢ σε Κύπρος ἢ Πάφος ἢ Πάναρμος καὶ ποθήω καὶ μάομαι καὶ οἱ Αἰολεῖς σταλαγμὸν τὴν ὀδύνην λέγουσιν· Σαπφω· κὰτ ἔμον στάλαχμον τὰ γὰρ δύο σσ εἰς ζ τρέπεται παρ’ Αἰολεῦσιν· τὸ γὰρ ἐπιπλήσσω ἐπιπλάζω· Σαπφω· τὸν δ’ ἐπιπλάζοντ’ ἄνεμοι φέροιεν καὶ μελέδωναι ἄμμε Αἰολεῖς· ὄπταις ἄμμε Σαπφὼ πρώτῳ. πόδας δὲ ποίκιλος μάσλης ἐκάλυπτε, Λύδι- ον κάλον ἔργον σοὶ δ᾿ ἔγω λεύκας †επιδωμον† αἶγος κἀπιλείψω τοι ... ταὶς κάλαισ᾿ ὔμιν <τὸ> νόημμα τὦμον οὐ διάμειπτον ἡ δὲ Σαπφὼ ... ἐπὶ τῶν περιστερῶν· ταῖσι <δὲ> ψῦχρος μὲν ἔγεντ᾿ ὀ θῦμος, πὰρ δ᾿ ἴεισι τὰ πτέρα ]α̣ι̣· ]λ̣ε̣τ̣αι̣ ][[κ]]αλος ]. ἄκαλα κλόνει ]κάματος φρένα ]ε̣ κ̣ατισδάνε[ι] ] ἀλλ᾿ ἄγιτ᾿ , ὦ φίλαι, ], ἄγχι γὰρ ἀμέρα. ⊗

---

Sappho Lyr., Fragmenta. Text: Open Greek Corpus, from Dickinson College Commentaries, CC BY-SA 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://opengreek.org/read/ogc003134.
