Ancient Greek · ~2 min
Scholion 432
Scholia In Aratum, Scholia in Aratum (scholia vetera) (e codd. Palat. gr. 40 (P) % Paris gr. 2860) 432
Not analysed yet
—<ὀλίγη δέ μιν>: καθαρὸν οὖν τὸ Θυτήριον καὶ τοῦ εὔρου πνέοντος καὶ τοῦ νότου. ὅταν γοῦν καθαρὸν φαίνηται, τῶν ἐπάνω τούτου ἄστρων ὄντων ἐζοφωμένων ὑπὸ νέφων, γίνωσκε μέλλειν πνεῦσαι τὸν νότον· καὶ ἔστι τοῦτο σημεῖον κλύδωνος. ὅταν δὲ καὶ αὖθις καθαρὸν μὲν φαίνηται τὸ Θυτήριον, ἐζόφωται δὲ ὁ ἄκρος ὦμος τοῦ Κενταύρου, τότε γίνωσκε τὸν εὖρον μέλλειν πνεῦσαι καὶ οὐ τὸν νότον, καὶ ἔχε τοῦτο σημεῖον. γίνωσκε δὲ ὅτι ὁ μὲν νότος κατ' εὐθὺ τοῦ βορέου πνέει, ὁ δὲ εὖρος ἐκ πλαγίου. PG.