Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 1
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 1.1-3
Not analysed yet
προλογίζει Πολύδωρος Ἑκάβης ὢν γνήσιος παῖς, ὃν Πολυμήστωρ ὁ τῆς Θρᾴκης βασιλεὺς ἀνεῖλεν. τὴν δὲ Ἑκάβην **Δύμαντος [Π 718], οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν Ἑκάβης παῖς γεγὼς τῆς Κισσίας καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ [FHG IV p. 648a] τὰ περὶ τὴν Πολυξένην ἔστι καὶ παρὰ Σοφοκλεῖ εὑρεῖν: —M