Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 1
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 1.4
Not analysed yet
†**Πολύδωρος ὁ γεγονὼς παῖς Ἑκάβης τῆς θυγατρὸς τοῦ Κισσέως καὶ τοῦ Πριάμου λιπὼν τὸν κευθμῶνα καὶ τὰς πύλας τοῦ σκότου, ὅπου, εἰς κευθμῶνα δηλονότι· κευθμὼν δὲ λέγεται ὁ κατώτατος τόπος παρὰ τὸ κεύθω, τὸ κρύπτω· κεχ⟨ωρισμένως δι⟩άγει ὁ Ἅιδης τῶν λοιπῶν θεῶν, ⟨τῆς Π⟩ερσεφόνης, τοῦ Πλούτωνος καὶ τῶν ἄλλων: —A