Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 1014
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 1014.2
Not analysed yet
τὸ ταῖσδε ἀναφορικόν ἐστι καὶ δεικτικόν. ἡ μὲν οὖν Ἑκάβη δεικτικῶς εἶπε· ταύταις ταῖς σκηναῖς, ὁ δὲ Πολυμήστωρ ἀναφορικῶς νοήσας ἐρωτᾷ· ποῦ δὲ αἱ στέγαι αὗται, ἃς λέγεις ἔχειν τὸν χρυσόν· ἆρα τὰ ναύσταθμα τῶν Ἑλλήνων, τουτέστιν· ἐν ταῖς ναυσὶ λέγεις εἶναι τὸν χρυσόν. πρὸς ὃ ἐπάγει ἡ Ἑκάβη ὅτι οὐ τὰς ναῦς στέγας εἶπον· ἴδίαι γὰρ γυναικῶν αἰχμαλωτίδων στέγαι: —MB