Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 1156
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 1156.6
Not analysed yet
†διπτύχου στολίσματος: δίπτυχον στόλισμα τὴν διπαλτίαν φησί. τὸ γὰρ παλαιὸν οἱ πολεμοῦντες δύο παλτὰ ἐβάσταζον, τὸ μὲν ἓν μικρὸν, ὃ καὶ πόρρωθεν ῥιπτοῦντες ἠκόντιζον τοὺς ἐναντίους, τὸ δὲ ἕτερον μεῖζον. ἢ δίπτυχον στόλισμά φησι τὸ δόρυ διὰ τὸ τὰ Θρᾳκικὰ ἀκόντια δίστομα εἷναι καὶ ἄνω καὶ κάτω σιδήρους ἔχειν, τὸ μὲν κάτω, ἵνα πήγνυται ἐπὶ τῆς γῆς, τὸ δὲ ἄνω, ἵνα τιτρώσκῃ: —Ai