Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 127
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 127.1
Not analysed yet
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῆς πατρίδος ἐκτήσαντο, ὧν ἐστιν εἷς ὁ Γανυμήδης παρὰ θεοῖς εἶναι ἀξιωθεὶς καὶ ἵπποις ἀθανάτοις κοσμήσας τὴν θρεψαμένην. καὶ Ἀμυμώνη δὲ διὰ τὸ ἴδιον κάλλος τὸ ἄνυδρον Ἀργὸς πολύυδρον ἐποίησε διὰ τῆς ἐπιμιξίας τοῦ Ποσειδῶνος: —MTAB