Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 130
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 130.1
Not analysed yet
†σπουδαὶ δὲ λόγων κατατεινομένων: λόγων δὲ λεγομένων ἡ αὐτὴ καὶ μία γνώμη ἐπεκράτει καὶ ἀπόφασις κατὰ τῆς σῆς παιδὸς οὐκ ἐδίδοτο, ἕως ὁ τὰ πρὸς χάριν τοῦ δήμου λέγων Ὀδυσσεὺς ἀνέστη καὶ πείθει τὸν στρατὸν μὴ ἀπωθεῖν τὸν ἄριστον τῶν Ἑλλήνων πάντων ἕνεκα τῶν δούλων σφαγίων. ἔλεγε γὰρ· μὴ γένοιτό τινα ἀπὸ τῶν σφαγέντων Ἑλλήνων σταθῆναι ἔμπροσθεν τῆς Περσεφόνης καὶ εἰπεῖν ὡς ἀχάριστοι εἰς ἡμᾶς τοὺς σφαγέντας ἕνεκα τῶν Ἑλλήνων ἐφάνησαν οἱ Ἕλληνες μὴ τιμήσαντες ἡμᾶς, ἀλλ’ ἀγεράστους ἡμᾶς καταλείψαντες εἰς Ἑλλάδα ἀπέρχονται: —A