Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 131
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 131.3
Not analysed yet
ὁ λάλος. ὅθεν καὶ ⟨δημοκόπος καὶ⟩ κόβαλος, ὁ κομψός· καὶ μὴν κόβαλά γ’ ἐστὶν ὡς καὶ σοὶ δοκεῖ [Arist. Ran. 104] . κοπίδας τε τὰς τῶν λόγων τέχνας ⟨ἔλεγον⟩ ἄλλοι τε καὶ ὁ Τίμαιος οὕτως γράφων [FHG IV p. 640b]· ὥστε καὶ φαίνεσθαι μὴ τὸν Πυθαγόραν †εὑράμενον τῶν ἀληθινῶν κοπίδων μηδὲ τὸν ὑφ’ Ἡρακλείτου κατηγορούμενον, ἀλλ’ αὐτὸν ⟨τὸν⟩ Ἡράκλειτον εἶναι τὸν ἀλαζονευόμενον. τὰ περίεργα γὰρ τῶν λόγων καὶ τὰ κατεστωμυλμένα κόβαλα ἔλεγον, ὡς Ἀριστοφάνης ἐν Βατράχοις κόβαλά γ’ ἐστὶν, ὡς καὶ σοὶ δοκεῖ: —MA