Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 14
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 14.1
Not analysed yet
†τί τἄρρητα: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλέκτρας ἐκλαληθῆναί φησιν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ, ἤγουν τί με δεῖ τὰ μὴ ἐνδεχόμενα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι [χρεών]. ἤτοι ἀπαριθμήσασθαι, ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι: —A