Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 146
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 146.2
Not analysed yet
†κήρυσσε θεούς: ἀντὶ τοῦ ἀνακάλει τοὺς θεοὺς τοὺς ὑπὸ γῆν καὶ οὐρανὸν· καὶ ἢ γάρ σε διακωλύσουσιν αἱ λιταὶ γενέσθαι ὀρφανὸν, ἀντὶ τοῦ ὀρφανὴν, τῆς σῆς δυστυχεστάτης παιδὸς, τουτέστιν ἢ σωθήσεται ἡ παῖς σου, ἢ δεῖ σε ἐπιδεῖν αὐτὴν προκειμένην ἐπὶ τύμβῳ φοινισσομένην ἐν τῷ μελαναυγεῖ νασμῷ τοῦ αἵματος, τουτέστι τῇ ῥύσει, ἀπὸ τοῦ νάω τὸ ῥέω. τὸ δὲ αἵματι ἀντὶ τοῦ αἵματος γενικῶς, τοῦ ῥεομένου ἐκ τῆς ποτε φερούσης τὸν χρυσὸν δειρῆς αὐτῆς: —A