Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 147
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 147.1
Not analysed yet
ἴδ’ ἀτρεμαῖον ὡς ὑπόροφον: μικρὸν σὺ, φησὶ, κελεύεις με φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου πνοῇ κάλαμος· ἐγὼ δὲ καὶ ἐλάττονα τούτου φέρω βοὴν ὡς ὑπὸ ὀρόφου γινομένην. ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ Ὅμηρος [Ω 451]· λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες. ἐκ τούτων δέ εἰσι καὶ αἱ γλωσσίδες τῶν αὐλῶν. ὡς ἀσθενὴς δὲ ἀσθενῆ ποιεῖται τὴν ἀπήχησιν τῷ μὴ ἀνθίστασθαι τῇ βίᾳ τοῦ πνεύματος: —MTAB