Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 162
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 162.2
Not analysed yet
ἄδικος ἄδικα: τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ [Hipp. 701] εἰρημένον· πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἐπεὶ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμισται. ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρός, ἀδικεῖ δὲ τῷ δράσαντι μὴ ἐπικουρῶν. τὸ δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδι Θέμιδος τὸν ἀπόφονον φόνον ἔλακεν ἐμῆς μητρός: —MTAB