Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 168
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 168.2
Not analysed yet
θωΰξασα: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ ἐχρήσατο θρηνώδει ὁ χορὸς γραφῆναι μὴ δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ὑπερβάλλουσι κακοῖς. ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα δι’ ἑτέρων προσώπων δηλοῦται, οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἕτερός φησιν· ἀκούεις, ὡς στένει . —MTB