Ancient Greek
205.1 to 205.4
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 205.1-4
Not analysed yet
†σκύμνον γὰρ: τὸν σκύμνον οἱ παλαιοὶ ἐπὶ παντὸς νέου λαμβάνουσι. σκύμνοι δὲ κυρίως λέγονται τὰ ἔκγονα τῶν λεόντων: —A †ἄλλως: σκύμνον τὴν Πολυξένην καλεῖ ὁ ποιητὴς διὰ τὸ βασιλέως εἰναι θυγατέρα, μόσχον δὲ διὰ τὸ μέλλειν ἤδη σφαγῆναι: —A οὐριθρέπταν μόσχον: ἀντὶ τοῦ νέαν· τὸν γὰρ μόσχον οἱ παλαιοὶ ἀντὶ τοῦ νέου παραλαμβάνουσιν: —MAg ὄψει σύ με τὴν μόσχον, ὅ ἐστι τὴν νέαν, ἀπὸ τῆς σῆς χειρὸς ἁρπαζομένην ὥσπερ σκύμνον ἐν ὄρει τεθραμμένον. ἀπὸ κοινοῦ δὲ τὸ εἰσόψει· ⟨εἰσόψει⟩ με λαιμότομον πεμπομένην τῷ Ἅιδῃ εἰς τὸν ὑπὸ γῆς σκότον, οἶον· εἰσόψει με οὐ κοινῷ θανάτῳ ἀποθνῄσκουσαν, ἀλλὰ τῷ διὰ σφαγῆς: —MA