Ancient Greek
21.2 to 21.3
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 21.2-3
Not analysed yet
Ἕκτορός τ’ ἀπόλλυται ⟨ψυχή: τὸ αἷμα νῦν⟩ ψυχήν φησι. πολλοὶ γὰρ οὕτως ἐδόξασαν, αἶμα εἶναι τὴν ψυχὴν, ὡς καὶ Ὅμηρος [Ξ 518]· ψυχὴ ⟨δὲ κατ’⟩ οὐταμένην ὠτειλὴν ἔσσυτ’ ἐπει⟨γομένη· τὸν δὲ σκότος ὄσσ’ ἐκάλυψεν. ἔνιοι δὲ περιφραστικῶς τὸν Ἕκτορά φασι⟩: —M †τὸ αἶμα λέγει ψυχήν, ἐπεὶ ἡ ψυχὴ ἐτυμολογεῖται παρὰ τὸ ψύχω τὸ ζωογονῶ, τὸ ζωογονοῦν τὸ σῶμα. ἐπεὶ δὲ ἐκχυθέντος τοῦ αἵματος τὸ σῶμα μένει νεκρὸν, καλῶς λοιπὸν ἀπεφήνατο ψυχὴν τὸ αἷμα: