Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 220
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 220.2
Not analysed yet
πέλανον: κυρίως πέλανος. τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς θυσίας, παρὰ τὸ πεπλατύνθαι. οἱ δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηγός. ἔνιοι παρὰ τὴν παιπάλην· ἐκ γὰρ ταύτης ὡς ἐπὶ τὸ πλεῖστον γίνεται. ἢ παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι· Ὅμηρος [Κ 7]· ἐπάλυνεν ἀρούρας. λευκὸν γὰρ τὸ πέμμα. οἱ δέ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς δι’ αὐτῶν: —MTAB