Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 234
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 234.1
Not analysed yet
μεταβολὴ πάντων γλυκύ: προσυπακουστέον τὸ κακῶν. κεκωμῴδηται δὲ ὁ στίχος. τὸ γὰρ ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν οὔκ ἐστιν ἡδύ. φησὶ γοῦν ὁ κωμικός [frg. anon. 327]· ὁ πρῶτος εἰπὼν μεταβολὴ πάντων γλυκύ οὐχ ὑγίαινε, δέσποτ’. ἐκ μὲν γὰρ κόπου γλυκεῖ’ ἀνάπαυσις, ἐξ ἀλουσίας δ’ ὕδωρ καὶ τὰ τοιαῦτα· ἢν δ’ ἐκ πλουσίου πτωχὸν γενέσθαι, μεταβολὴ μὲν, ἡδὺ δ’ οὔ. ὥστ’ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ: —MTAB