# Scholia in Euripidem (scholia vetera) 279.1-2

Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera), ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 279. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidem-scholia-vetera/279.1-2

ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν’ ὁρῶ: κεκωμῴδηται ὁ στίχος διὰ Ἡγέλοχον τὸν ὑποκριτήν· οὐ γὰρ φθάσαντα διελεῖν τὴν συναλοιφὴν ἐπιλείψαντος τοῦ πνεύματος τοῖς ἀκροωμένοις τὴν γαλῆν δόξαι λέγειν τὸ ζῷον, ἀλλ’ οὐχὶ τὰ γαληνά. πολλοὶ μὲν οὖν αὐτὸ διέπαιξαν τῶν κωμικῶν, Ἀριστοφάνης * * καὶ Στράττις ἐν Ἀνθρωπορραίστῃ [frg. 1]· καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναισ’ Ὀρέστην, Ἡγέλοχον τὸν Κυντάρου μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν. καὶ ἐν ἄλλοις παίζων φησί [frg. 60]· γαλήν’ ὁρῶ. — ποῖ πρὸς θεῶν, ποῖ ποῖ γαλῆν· — γαληνά. — ἐγὼ δ’ ᾤμην σε γαλῆν λέγειν ὁρῶ. καὶ Σαννυρίων ἐν Δανάῃ [frg. 8]· τί οὖν γενόμενος εἰς ὀπὴν ἐνδύσομαι· ζητητέον. φέρ’ εἰ γενοίμην † γαλῆ· ἀλλ’ Ἡγέλοχος ⟨εὐθύς⟩ με μηνύσειεν ⟨ἂν⟩ ὁ τραγικὸς ἀνακράγοι τ’ ἂν [εὐθὺς] εἰσιδὼν μέγα· ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ. — MTAB

---

Scholia in Euripidem, Scholia in Euripidem (scholia vetera), ed. Eduard Schwartz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg001.local001/.
