Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 287
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 287.1
Not analysed yet
†ἐλθὼν εἰς Ἀχαϊκὸν στρατόν: σὺ, ὁ Ὀδυσσεὺς, ἐλθὼν εἰς τὸν τῶν Ἀχαιῶν στρατὸν παρηγόρησον, ἀντὶ τοῦ παρακάλεσον. ἢ παρὸ ἠγόρευσας καὶ ἐδημηγόρησας πρὶν ὅτι καλόν ἐστι σφαγιάσαι τὴν Πολυξένην, ἕτερόν τι νῦν λέξον καὶ εἰπὲ ὅτι μέμψις ἐστὶν ἀποκτεῖναι γυναῖκας, ἃς πρῶτον τοῦτο οὐκ ἐπράξατε ἀπὸ τῶν βωμῶν σπάσαντες, ἀλλ’ ᾠκτειρήσατε. νόμος δὲ ὁ αὐτὸς κεῖται καὶ περὶ τῶν δούλων καὶ τῶν ἐλευθέρων μὴ φονεύεσθαί τινα παρόσον καὶ ὁ δοῦλον φονεύσας τῷ αὐτῷ ἄγει ἐνέχεται. ἐὰν οὖν ταῦτα εἴπῃς τοῖς Ἕλλησιν, ἀκουσθήσῃ καὶ πείσεις αὐτούς. ὁ γὰρ εἶς λόγος καὶ ὁ αὐτὸς ὅταν ἐκ τῶν ἀδόξων καὶ ἐνδόξων ἐξέλθῃ, οὐ τὸ ὅμοιον δύναται, τουτέστιν· οὐ τὴν ὁμοίαν δύναμιν ἔχει: —A