Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 303
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 303.1
Not analysed yet
ἃ δ’ εἶπον: ταῦτα εἶπον· ἐάν τις ἀριστεύσας μηδὲν πλέον τῶν δειλῶν ἀπενέγκηται, οἱ λοιποὶ ἀριστεῖς κινδύνου καταλαμβάνοντος τὴν πόλιν οὐκ ἂν ἕλοιντο ὑπερμαχεῖν τῆς πατρίδος ὁρῶντες τοὺς προαριστεύσαντας μηδενὸς γέρως τετυχηκότας. καὶ οὕτως συμβαίνει τὰς πόλεις κάμνειν μὴ ἐχούσας τοὺς προκινδυνεύοντας: —MA