Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 33
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 33.1
Not analysed yet
Πυλάδης θ’. Φώκου παῖδες Κρῖσος καὶ Πανοπεύς. τούτων ὁ Κρῖσος ἔκτισε τὴν νῦν Κίρραν, τότε Κρῖσαν καλουμένην, καὶ παῖς αὐτῷ ἐξ Ἀντιφατείας τῆς Ναυβόλου Στρόφιος ἐγένετο, οὗ Ἀστυδάμεια καὶ Πυλάδης ἐκ Κυδραγόρας τῆς ἀδελφῆς Ἀγαμέμνονος: —MTAB