Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 356
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 356.1-2
Not analysed yet
ὦ δῶμα: ἀπὸ πρώτης παρόδου σημειοῦται τὸ κακόηθες τῆς γνώμης Μενελάου. καὶ γὰρ οὐδὲ εἰς Σπάρτην ἀνήχθη, ἀλλὰ πρότερον εἰς Ἄργος ὡς ἐξελάσων Ὀρέστην, ὡς ἐν τοῖς ἑξῆς δῆλός ἐστι. καίτοι παρὰ τῷ ποιητῇ εὑρίσκεται τῶν πάλαι πολεμίων φειδόμενος· ἐν γὰρ τῇ Ζῥαψῳδίᾳ [37—65] κωμῳδεῖται συγχωρῶν ζῆν τὸν Ἄδραστον δόσιν χρημάτων ἐπαγγειλάμενον: —MTAB