Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 367
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 367.1
Not analysed yet
περιπεσὼν πανυστάτοις: περισσὴ ἡ περί. καί ἐστιν ὁ νοῦς· ἀποθανὼν, πεσὼν, ἀπολωλὼς τοῖς πανυστάτοις λουτροῖς τῆς ἀλόχου. ἢ περιπεσών ἀντὶ τοῦ συντυχὼν τοῖς λουτροῖς τῆς ἀλόχου· λουσαμένῳ γὰρ τὸν χιτῶνα περιήγαγεν· ὡς ἐν Ἑκάβῃ [1281]· κτεῖν’ ὡς ἐν Ἄργει φόνια λουτρά σ’ ἀναμένει. —MTAB