Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 37
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 37.1
Not analysed yet
†Πηλέως γὰρ παῖς: τοῦ γὰρ ἡλίου δύναντος καὶ τῆς νυκτὸς ἐνεστηκυίας εἶδεν ὁ στρατὸς ἅπας φάντασμα ὅμοιον τῷ Ἀχιλλεῖ λέγον· ποῦ πορεύεσθε ἀγέραστον ἐμὲ καταλιπόντες. καὶ ᾐτήσατο σφαγιασθῆναι αὐτῷ μίαν τῶν Τρῳάδων αἰχμαλωτίδων. ἡ δὲ σύνταξις οὕτως· ὁ Πηλέως γὰρ παῖς Ἀχιλλεὺς φανεὶς ὑπεράνω τύμβου κατέσχε τὸν Ἑλληνικὸν στρατόν: —A