Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 371
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 371.1
Not analysed yet
δοκῶν Ὀρέστην: ὕπουλα πάντα τὰ ῥήματα Μενελάου, ἀφ’ οὗ ὁ ποιητὴς τὸ ἄστατον τῆς Λακεδαιμονίων γνώμης κωμῳδεῖ, ὡς καὶ ἐν Ἀνδρομάχῃ [445 sq.] · ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν, Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια. πρὸ γὰρ Διοκλέους, ἐφ’ οὗ τὸν Ὀρέστην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης ἀπιστήσαντες Ἀθηναῖοι οὐ προσήκαντο, ἐπὶ ἄρχοντος Θεοπόμπου [ὅ ἐστι πρὸ Διοκλέους]. οὕτως ἱστορεῖ Φιλόχορος [frg. 117]: —MTAB