Ancient Greek · ~2 min
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 383
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 383.4
Not analysed yet
†ἀφύλλου στόματος ἐξάπτων λιτάς: τὸ ἀφύλλους λιτάς ἐνταῦθα εἰς τιμὴν τοῦ Μενελάου Ὀρέστης εἶπε ταῖς μεγίσταις τιμαῖς βιάζων ἐκεῖνον γενέσθαι αὐτῷ εἰς βοηθόν. οἱ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ κλάδους ἐπεφέροντο νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμένους, οὓς καὶ εἰρεσιώνας ἐκάλουν. τρόπον οὖν τινα ταῦτα λέγει ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον ὅτι ἔδει τὰς λιτὰς ὡς θεῷ σοι προσαγαγεῖν μετὰ κλάδων, νῦν δὲ διὰ τὸ μὴ δύνασθαι τοῦτο, ἐπειδὴ πανταχόθεν εἰλοῦμαι παγχάλκοις ὅπλοις καὶ κωλύομαι, τὰς ἐκ στόματος προαγομένας ταύτας προσάγω: —A