# Scholia in Euripidem (scholia vetera) 414.2-2

Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera), ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 414. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidem-scholia-vetera/414.2-2

ἀλλ’ ἔστιν ἡμῖν ἀναφορά: ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους καὶ κατέκρινεν αὐτὸν δεινὰ πεπραχέναι, φησὶν Ὀρέστης· ἀλλ’ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά, ὅ ἐστι· δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων. εἶτα ὁ Μενέλαος· μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν. εἰ γὰρ καὶ διὰ τὸν πατέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας· σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρί, ἀλλ’ ἡ δημοσία κρίσις. εἶτα Ὀρέστης λέγει ὅτι ὁ Ἀπόλλων ἔκρινε καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴγε θεὸς ὁ κρίνας καὶ κελεύσας. εἶτα ὁ Μενέλαος· τοῦτο, τὸ δεινὸν, ἔκρινεν ἀμαθὴς ὤν. εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ, οὐκ οἶδα, τοῦτο δὲ οἶδα ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἄν εἰσιν, εἴτε σοφοὶ εἴτε φαῦλοι. εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα καὶ μαινόμενον. εἶτα Ὀρέστης· ἴσως ἐλεήσει, ἀεὶ γὰρ βραδύνει τὸ θεῖον: — MTAB

---

Scholia in Euripidem, Scholia in Euripidem (scholia vetera), ed. Eduard Schwartz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg001.local001/.
