# Scholia in Euripidem (scholia vetera) 414.3

Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera), ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 414. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidem-scholia-vetera/414.3

† ἄλλως: ὅρα τὸ εὐφυὲς τοῦ ποιητοῦ, πῶς δι’ ἀμφοτέρων τῶν προσώπων τούτων, τοῦ Ὀρέστου καὶ τοῦ Μενελάου, τὰς ἐναντίας τῶν ἀνθρώπων δόξας ὑποδηλοῖ. ἐπεὶ γὰρ οἱ μὲν τῶν ἀνθρώπων λέγουσι τιμωρεῖν τὸ θεῖον τοῖς πάσχουσιν, οἱ δ’ ἀδιαφοροῦσι, διὰ μὲν τοῦ Ὀρέστου τὸ βοηθεῖσθαι παρὰ τοῦ θείου τοὺς κάμνοντας συνίστησι, διὰ δὲ τοῦ Μενελάου σοφιστικῶς ἀπαγορεύει. ἐκεῖθεν δὲ τὴν ὑφὴν τοῦ λόγου προὐκατεσκεύασεν. εἰπόντος γὰρ τοῦ Μενελάου ἀπὸ τοῦ οἶδα μὲν αὐτὰς, ὀνομάσαι δ’ οὐ βούλομαι καὶ καθεξῆς, τοῦ Ὀρέστου εἰς μομφὴν τῶν Εὐμενίδων κινηθέντος ὁ Μενέλαος τρόπον τινὰ τοῦτον ἀπεστρέψατο εἰπὼν αὗταί σε βακχεύουσι συγγενεῖ φόνῳ, δηλονότι ἃς κατευτελίζεις καὶ οὐ θέλεις καλεῖσθαι Εὐμενίδας λέγων εὐπαίδευτα δ’ ἀποτρέπου λέγειν, ἤτοι ἀπόφευγε τὸ προστιθέμενον αὐταῖς ὄνομα, τὸ Εὐμενίδες, παρὰ τῶν εὖ πεπαιδευμένων καὶ σοφῶν λέγειν καὶ λέγε δήπουθεν τὸ οἰκεῖον αὐταῖς ὄνομα ἤγουν αἱ ἀλάστορες, αἱ Τελχῖνες, αἱ φονεύτριαι. πρὸς τὸ βακχεύουσιν ὁ Ὀρέστης ἐπιτατικῶς εἶπε τὸ οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλας, ὁ δ’ ἀντεῖπεν οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους ἤγουν μὴ τὰς θεὰς μέμφου, ἑαυτὸν δὲ τὸν αἴτιον τοῦ πάσχειν τὰ δεινὰ ὡς δεινὰ ἐργασάμενον. εἶτα ἐκείνου φεύγοντος τὴν πρᾶξιν καὶ πρὸς τὸν Φοῖβον ταύτην ἀναφέροντος ὁ Μενέλαος ἀπεστρέψατο μὴ εἶναι λέγων τὸ θεῖον ἀμαθὲς τοῦ καλοῦ καὶ τοῦ δικαίου. ἐκείνου δὲ ἐπιμείναντος τῇ ἐνστάσει καὶ λέξαντος ὅτι δουλεύομεν τοῖς θεοῖς, ἤτοι ποιοῦμεν ἃ παρ’ αὐτῶν κελευόμεθα κἂν μὴ λίαν ἐπιστάμεθα τί πρᾶγμά εἰσιν οἱ θεοί, ὁ Μενέλαος τὸν οἰκεῖον βουλόμενος συστῆσαι λόγον ὅτι οὐκ ἐκ θεοῦ ἐκεῖνο, ἀλλ’ ἐκ θυμοῦ τὸ πραχθέν, φησὶν ὅτι πάντως ἂν ἐβοήθησέ σοι ὁ θεὸς, εἴπερ καὶ προσέταξεν. ὡς δ’ εἶπεν ἐκεῖνος μέλλει τὸ θεῖον, ἤτοι βραδύνει ἐν ταῖς ἀντιδόσεσι ταῖς φαύλαις τε καὶ ταῖς ἀγαθαῖς ὡς ὂν φύσει τοιοῦτον, σοφιστικῶς ἐκεῖνος ἐπήγαγε τὸ ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μητρὸς αἱ θεαί, ἤτοι ἀπῄτησαν. ἔκλεψε δ’ αὐτὸν διὰ τῆς μέσης ἐρωτήσεως τῆς πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί. ἀποκριθέντος ἐκείνου τὸ πόσον τοῦ καιροῦ, ἀνεῖλεν ἐκεῖ τὸ μέλλει τὸ θεῖον διὰ τοῦ ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μητρός: — A

---

Scholia in Euripidem, Scholia in Euripidem (scholia vetera), ed. Eduard Schwartz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg001.local001/.
