# Scholia in Euripidem (scholia vetera) 424.2

Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera), ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 424. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/scholia-in-euripidem/scholia-in-euripidem-scholia-vetera/424.2

† ἄλλως: πρὸς ὃ κλαπεὶς ὁ Ὀρέστης εἰς κολακείαν αὐτοῦ προὔθετο τὸ οὐ σοφὸς, ἀληθὴς δ’ εἰς φίλους ἔφυς κακός. τοῦτο δὲ τὸ ἔπος ἐναντιοφανές ἐστιν. ἐναντιοφανῆ δὲ λέγεται τὰ ῥητὰ τὰ μὴ τῇ κειμένῃ φράσει συναρμοζόμενα, νοήματι δὲ ἢ συντάξει θεραπευόμενα. σκόπει γὰρ ὅτι πρὸς ὕβριν ἐστὶ τοῦ Μενελάου τὸ οὕτως εἰπεῖν οὐ σοφὸς ἔφυς, ἀληθὴς δὲ καὶ τέλειος κακὸς εἰς τοὺς φίλους καὶ ποῦ δέον τὸν ἱκέτην ὑβρίζειν τὸν ἱκετευόμενον. θεραπεύεται δὲ τὸ ἔπος τῇ συντάξει οὕτως· οὐ σοφὸς κακὸς εἰς φίλους ἔφυς, ἀληθὴς δὲ ἔφυς σοφός. τὸ δὲ νόημα τοιοῦτον· σοφὸς μὲν ἀληθὴς λέγεται ὁ ὄντως σοφός, σοφὸς δὲ κακὸς ὁ σοφιστὴς καὶ ἀπατεὼν καὶ πιθανολογούμενος. λέγει τοίνυν αὐτῷ κολακικῶς ὅτι ⟨οὐκ⟩ ἐσόφισάς με, ὦ Μενέλαε, εἰπόντα βραδὺ εἶναι τὸ θεῖον πρὸς συνασπισμὸν ἀντειπὼν ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μη τέρος θεαί, σὺ δὲ ἀληθὴς εἶ σοφὸς, οὐ κακὸς σοφὸς εἰς φίλους, ἤγουν διὰ τῆς σοφιστείας καὶ πιθανότητος πλανήτης τῶν φίλων: — A

---

Scholia in Euripidem, Scholia in Euripidem (scholia vetera), ed. Eduard Schwartz. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg5023.tlg001.local001/.
