Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ, Line 434
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 434.1-2
Not analysed yet
διὰ τριῶν δ’ ἀπόλλυμαι: πρῶτον τῶν πολιτῶν, δεύτερον Οἴακος. διὸ ἐπάγει τίς ἄλλος, ἵνα πληρώσῃ τοὺς τρεῖς. τινὲς δὲ τριῶν φασι τῶν Ἐρινύων. προεῖπε γὰρ [408] ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. τινὲς δέ φασι τῆς συνέσεως. τῆς λύπης καὶ τῆς μανίας. ἐν δὲ τοῖς Καλλιστράτου γέγραπται· ἐπιζητήσειεν ἄν τις πῶς διὰ τριῶν εἴρηκεν, εἰ μὴ διὰ τὸ Ἀγαμέμνονα καὶ Διομήδην καὶ Ὀδυσσέα μετασχεῖν τοῦ φόνου Παλαμήδους: —MTAB