Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 458
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 458.4
Not analysed yet
†ἄλλως εἰς τὸ ἔνθα πρωτόγονός τε φοῖνιξ: ὁ Ζεὺς κρυφίως τῆς ἰδίας γυναικὸς Ἥρας συμμιγεὶς τῇ Λητοῖ ἔγκυον ταύτην ἐποίησεν· ὃ γνοῦσα ἡ Ἥρα ἐδήλωσε τῇ Γῇ μὴ δέξασθαι αὐτὴν ἐν τῷ καιρῷ τοῦ τοκετοῦ. τοῦτο γνοὺς ὁ Ζεὺς ἠξίωσε τὸν Ποσειδῶνα ἀναδοῦναι εἰς φῶς τὴν κάτωθεν παρ’ αὐτῷ οὖσαν πόλιν, ὃ καὶ πεποίηκεν ἀναδοὺς τὴν σήμερον οὖσαν νῆσον Δῆλον, ἐν ᾗ καὶ δύο κλάδοι ἐβλάστησαν φοῖνιξ καὶ δάφνη, ἅτινα κρατήσασα ἡ Λητὼ ἐν τῷ καιρῷ τοῦ τοκετοῦ ἔτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα: —A