Ancient Greek · ~1 min
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 640
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 640.1
Not analysed yet
ἐκ δὲ τῆς τοῦ Πάριδος ἰδίας ἀνοίας κοινὸν κακὸν ἔμολε τῇ Τρῳάδι γῇ· ἔδει δὲ μόνῳ τῷ ἐργασαμένῳ γενέσθαι τὸ δεινόν: —MABBi τὰ λουτρὰ τῆς Πολυξένης. αὕτη οὖν ἡ δούλη ἀπελθοῦσα παρὰ θάλασσαν εὑρίσκει τὸ σῶμα τοῦ Πολυδώρου καὶ ἔρχεται δεικνύουσα αὐτὸ τῆ Ἑκάβῃ: —MAB