Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 685
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 685.3
Not analysed yet
†αἰαῖ κατάρχομαι νόμον [αἰαῖ κατάρχομαι γόων] βακχεῖον ἐξ ἀλάστορος: οὐκ ἐκ Διονύσου τὸν βακχεῖον νόμον μαθοῦσα, ἀλλ’ ἀπό τινος ἀλάστορος. οἱ γὰρ γόοι τῶν βακχῶν μετὰ ἡδονῆς γίνονται· μαινόμεναι γὰρ οὐ λυποῦνται. καί φησιν ἡ Ἑκάβη· καὶ ἐγὼ βακχείων γόων κατάρχομαι, ἀλλ’ ἐξ ἀλάστορος καὶ ἀνηδόνου δαίμονος· οὐ γὰρ ἡδονὴν ἔχει ὁ ἐμὸς γόος ὥσπερ ὁ τῶν βακχῶν . . . δαίμων: —A