Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ, Line 746
Scholia In Euripidem, Scholia in Euripidem (scholia vetera) 746.1
Not analysed yet
ἐὰν στίξωμεν εἰς τὸ τοῦδε, νοητέον οὕτως· ἆρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τὰς τούτου φρένας, τοῦ Ἀγαμέμνονος, οὐκ ὄντος δυσμενοῦς, ἵν’ ᾖ τὸ πᾶν περὶ Ἀγαμέμνονος. ἢ εἰς τὸ μᾶλλον στικτέον, ἵνα ᾖ οὕτως· ἆρα πρὸς τὸ δυσμενὲς μᾶλλον ῥέπω τούτου ὄντος οὐχὶ δυσμενοῦς τὰς φρένας: —MB